Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.99 Joseph. AJ 6.104 (English) >>Joseph. AJ 6.109

6.102 δʼ οὐκ ὀρθῶς αὐτὸν ἔφη πεποιηκέναι παρακούσαντα ὧν ἐπέστειλεν αὐτὸς καὶ φθάσαντα τὴν παρουσίαν, ἣν κατὰ βούλησιν γινομένην τοῦ θείου πρὸς τὰς εὐχὰς καὶ τὰς θυσίας τὰς ὑπὲρ τοῦ πλήθους προλάβοι κακῶς ἱερουργήσας καὶ προπετὴς γενόμενος. 6.103ἀπολογουμένου δὲ τοῦ Σαούλου καὶ περιμεῖναι μὲν τὰς ἡμέρας ἃς ὥρισε λέγοντος, ὑπὸ δὲ ἀνάγκης καὶ ἀναχωρήσεως μὲν τῶν αὑτοῦ στρατιωτῶν διὰ φόβον, στρατοπεδείας δὲ τῶν ἐχθρῶν ἐν Μαχμᾶ καὶ ἀκοῆς τῆς ἐπʼ αὐτὸν εἰς Γάλγαλα καταβάσεως ἐπειχθῆναι πρὸς τὴν θυσίαν. 6.104ὑπολαβὼν δὲ Σαμουῆλοςἀλλὰ σύγε, φησίν, εἰ δίκαιος ἦσθα καὶ μὴ παρήκουσας ἐμοῦ μηδʼ ὧν ὑπέθετό μοι περὶ τῶν παρόντων θεὸς ὠλιγώρησας ταχύτερος συνέφερε τοῖς πράγμασι γεγονὼς, σοί τʼ αὐτῷ πλεῖστον ἂν 6.105βασιλεῦσαι χρόνον ἐξεγένετο καὶ τοῖς σοῖς ἐγγόνοις.” καὶ Σαμουῆλος μὲν ἀχθόμενος ἐπὶ τοῖς γεγενημένοις ἀνεχώρησε παρʼ αὑτὸν, Σαοῦλος δὲ εἰς Γαβαὼν πόλιν ἔχων ἑξακοσίους μεθʼ ἑαυτοῦ μόνον ἧκε σὺν Ἰωνάθῃ τῷ παιδί. τούτων δὲ οἱ πλείους οὐκ εἶχον ὅπλα τῆς χώρας σπανιζούσης σιδήρου καὶ τῶν ὅπλα χαλκεύειν δυναμένων· οὐ γὰρ εἴων οἱ Παλαιστῖνοι ταῦτα εἶναι, καθὼς μικρὸν ἔμπροσθεν δεδηλώκαμεν. 6.106διελόντες δʼ εἰς τρία μέρη τὴν στρατιὰν οἱ Παλαιστῖνοι καὶ κατὰ τοσαύτας ὁδοὺς ἐπερχόμενοι τὴν τῶν Ἑβραίων χώραν ἐπόρθουν, βλεπόντων τε Σαούλου τοῦ βασιλέως αὐτῶν καὶ τοῦ παιδὸς Ἰωνάθου ἀμῦναί τε τῇ γῇ, μεθʼ ἑξακοσίων γὰρ μόνων ἦσαν, οὐ δυναμένων.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.99 Joseph. AJ 6.104 (English) >>Joseph. AJ 6.109

Powered by PhiloLogic